Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.155 Joseph. AJ 6.160 (English) >>Joseph. AJ 6.165

6.158καὶ πάντες αὐτὸν ἠσπάζοντό τε καὶ τὴν αἰτίαν τῆς ἀφίξεως ἀνηρώτων, ἔλεγε δὲ ἥκειν ἵνα θύσῃ τῷ θεῷ. ποιήσας οὖν τὴν θυσίαν καλεῖ τὸν Ἰεσσαῖον μετὰ τῶν τέκνων ἐπὶ τὰ ἱερὰ καὶ θεασάμενος αὐτοῦ τὸν πρεσβύτατον υἱὸν εὐμεγέθη καὶ καλὸν εἴκασεν ἐκ τῆς εὐμορφίας τοῦτον εἶναι τὸν μέλλοντα βασιλεύειν. 6.159διαμαρτάνει δὲ τῆς τοῦ θεοῦ προνοίας· ἐπερωτήσαντι γὰρ αὐτὸν, εἰ χρίσει τῷ ἐλαίῳ τὸν νεανίσκον, ὃν αὐτός τε θαυμάζει καὶ τῆς βασιλείας ἄξιον ἔκρινεν, οὐ τὰ αὐτὰ βλέπειν ἀνθρώπους εἶπε καὶ θεόν· 6.160ἀλλὰ σὺ μὲν εἰς τὸ κάλλος ἀπιδὼν τοῦ νεανίσκου καὶ δὴ τοῦτον ἡγῇ ἄξιον τοῦ βασιλεύειν εἶναι, ἐγὼ δʼ οὐ σωμάτων εὐμορφίας ἔπαθλον ποιοῦμαι τὴν βασιλείαν ἀλλὰ ψυχῶν ἀρετῆς καὶ ζητῶ ὅστις ταύτης ἐστὶ τελέως εὐπρεπὴς, εὐσεβείᾳ καὶ δικαιοσύνῃ καὶ ἀνδρείᾳ καὶ πειθοῖ ἐξ ὧν τὸ 6.161τῆς ψυχῆς συνίσταται κάλλος κατακεκοσμημένος.” ταῦτα φράσαντος τοῦ θεοῦ πάντας ἐκέλευσεν αὐτῷ τὸν Ἰεσσαῖον τοὺς υἱοὺς ἐπιδεῖξαι Σαμουῆλος· δὲ πέντε ἄλλους ἐποίησεν ἐλθεῖν, ὧν μὲν πρεσβύτερος Ταλίαβος, δεύτερος Ἀμινάδαβος, Σάμαλος τρίτος, τέταρτος Ναθαναῆλος, καὶ Ῥάηλος πέμπτος ἐκαλεῖτο, δὲ ἕκτος Ἄσαμος. 6.162ἰδὼν δὲ καὶ τούτους προφήτης μηδὲν χείρους τοῦ πρεσβυτέρου ταῖς μορφαῖς ἐπηρώτησε τὸν θεὸν, τίνα τούτων αἱρεῖται βασιλέα. εἰπόντος δʼ οὐδένα πυνθάνεται τοῦ Ἰεσσαίου, μὴ πρὸς τούτοις αὐτῷ καὶ ἄλλοι παῖδές εἰσι.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 6.155 Joseph. AJ 6.160 (English) >>Joseph. AJ 6.165

Powered by PhiloLogic